TLG 1666 001 :: SENTENTIAE SEXTI :: Sententiae Sexti

SENTENTIAE SEXTI Gnom.
(A.D. 2/3)

Sententiae Sexti

Source: Chadwick, H. (ed.), The sentences of Sextus. Cambridge: Cambridge University Press, 1959: 12–72.

Citation: Sententia — (line)

t

ΣΕΞΤΟΥ ΓΝΩΜΑΙ

1

Πιστὸς ἄνθρωπος ἐκλεκτός ἐστιν ἄνθρωπος.

2

ἐκλεκτὸς ἄνθρωπος ἄνθρωπός ἐστι θεοῦ.

3

θεοῦ ἄνθρωπος ὁ ἄξιος θεοῦ.

4

θεοῦ ἄξιος ὁ μηδὲν ἀνάξιον θεοῦ πράττων.

5

ἐπιτηδεύων οὖν πιστὸς εἶναι μηδὲν ἀνάξιον θεοῦ πράξῃς.

6

ὀλιγόπιστος ἐν πίστει ἄπιστος.

7a

πιστὸς ἐν δοκιμῇ πίστεως θεὸς ἐν ἀνθρώπου σώματι [ζῶντι].

7b

ἄπιστος ἐν πίστει νεκρὸς ἄνθρωπος ἐν σώματι ζῶντι.

8

πιστὸς ἀληθείᾳ ὁ ἀναμάρτητος.

9

μέχρι καὶ τῶν ἐλαχίστων ἀκριβῶς βίου.

10

οὐ γὰρ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν.

11

πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ.

12

οὐκ ὀφθαλμὸς οὐδὲ χεὶρ ἁμαρτάνει οὐδέ τι τῶν ὁμοίων, ἀλλ’ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῷ.

13

πᾶν μέλος τοῦ σώματος ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέλους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέλους ὀλεθρίως.

14

ἀθανάτους σοι νόμιζε παρὰ τῇ κρίσει καὶ τὰς τιμὰς ἔσεσθαι καὶ τὰς τιμωρίας.

15

ὁπόσα τοῦ κόσμου ἔχεις, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει.

16

σεαυτὸν ἐπιλήψιμον μὴ πάρεχε τῷ κόσμῳ.

17

χωρὶς τῆς ἐλευθερίας πάντα ἀφαιρουμένῳ σε τῷ πέλας ὕπεικε.

18

σοφὸς ἀκτήμων ὅμοιος θεῷ.

19

τοῖς κοσμικοῖς πράγμασιν εἰς αὐτὰ τὰ ἀναγκαῖα χρῶ.

20

τὰ μὲν τοῦ κόσμου τῷ κόσμῳ, τὰ δὲ τοῦ θεοῦ τῷ θεῷ ἀκριβῶς ἀποδίδου.

21

τὴν ψυχήν σου νόμιζε παραθήκην ἔχειν παρὰ θεοῦ.

22

ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ.

23

ἄριστον ἡγοῦ καθαρμὸν τὸ μηδένα ἀδικεῖν.

24

ψυχὴ καθαίρεται λόγῳ θεοῦ ὑπὸ σοφοῦ.

25

ἀναίσθητον οὐσίαν μὴ πεισθῇς εἶναί ποτε θεοῦ.

26

ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ τοῦτο καὶ ὑφέστηκεν.

27

θεοῦ μέγεθος οὐκ ἂν ἐξεύροις πτεροῖς πετόμενος.

28

θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις· πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ· τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ.

29

μηθὲν οὖν ἐν θεῷ ὃ μὴ ἔστι ζήτει.

30

θεὸς αὐγὴ σοφὴ τοῦ ἐναντίου ἀνεπίδεκτος.

31

ὁ θεὸς ὅσα ἐποίησεν, ὑπὲρ ἀνθρώπων αὐτὰ ἐποίησεν.

32

ἄγγελος ὑπηρέτης θεοῦ πρὸς ἄνθρωπον, οὐ γὰρ δὴ πρὸς οὐδένα ἄλλον· τιμιώτερον οὖν ἄνθρωπος ἀγγέλου παρὰ
θεῷ.

33

τὸ μὲν πρῶτον εὐεργετοῦν ὁ θεός, τὸ δὲ δεύτερον εὐεργε‐ τούμενον ἄνθρωπος.

34

βίου τοιγαροῦν ὡς ὢν μετὰ θεόν.

35

ἐκλεκτὸς ὢν ἔχεις τι ἐν τῇ συστάσει σου ὁποῖον θεός· χρῶ οὖν τῇ συστάσει σου ὡς ἱερῷ θεοῦ.

36

ἐξουσίαν πιστῷ ὁ θεὸς δίδωσι τὴν κατὰ θεόν· καθαρὰν οὖν δίδωσι καὶ ἀναμάρτητον.

37

αἰδείσθω σου τὸν βίον ὁ κόσμος.

38

μηδενὶ σεαυτὸν ἐπιλήψιμον δίδου.

39

κακῶς ζῶντα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος εὐθύνει κακὸς δαίμων μέχρις οὗ καὶ τὸν ἔσχατον κοδράντην ἀπο‐ λάβῃ.

40

μακάριος ἀνήρ, οὗ τῆς ψυχῆς οὐδεὶς ἐπιλήψεται εἰς θεὸν πορευομένης.

41

ὃ ἂν τιμήσῃς ὑπὲρ πάντα, ἐκεῖνό σου κυριεύσει.

42

τίμα τὸ ἄριστον, ἵνα καὶ ἄρχῃ ὑπὸ τοῦ ἀρίστου.

43

ἀρχόμενος ὑπὸ τοῦ ἀρίστου αὐτὸς ἄρξεις ὧν ἂν προαιρῇ.

44

τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις καὶ ὁμοίωμα.

45

ὅμοιον μὲν οὐδὲν θεῷ, προσφιλέστατον δὲ τὸ εἰς δύναμιν ἐξομοιούμενον.

46a

ἱερὸν ἅγιον θεοῦ διάνοια εὐσεβοῦς.

46b

ἄριστον θυσιαστήριον θεῷ καρδία καθαρὰ καὶ ἀναμάρ‐ τητος.

47

θυσία θεῷ μόνη καὶ προσηνὴς ἡ ἀνθρώποις εὐεργεσία διὰ
θεόν.

48

ἄνθρωπος κεχαρισμένα θεῷ πράττει ὁ ζῶν εἰς δύναμιν κατὰ θεόν.

49

ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ πιστὸς μόνου θεοῦ.

50

ζηλοῖ τὸν οὐδενὸς δεόμενον ὁ τῶν ὀλίγων ἀναγκαίως δεόμενος.

51

ἄσκει μέγας μὲν εἶναι παρὰ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀν‐ επίφθονος.

52

χρηστὸς ὢν εἰς τοὺς δεομένους μέγας ἂν εἴης παρὰ θεῷ.

53

ἀνδρὸς σοφοῦ ζῶντος μὲν ὀλίγος ὁ λόγος παρὰ ἀνθρώποις, τελευτήσαντος δὲ τὸ κλέος ᾄδεται.

54

τὸν χρόνον ὃν ἂν μὴ νοήσῃς τὸν θεόν, τοῦτον νόμιζέ σοι ἀπολωλέναι.

55

τὸ μὲν σῶμά σου μόνον ἐπιδημείτω τῇ γῇ, ἡ δὲ ψυχὴ ἀεὶ ἔστω παρὰ θεῷ.

56

νόει τὰ καλά, ἵνα καὶ πράττῃς τὰ καλά.

57a

ἔννοια ἀνθρώπου θεὸν οὐ λανθάνει.

57b

ἔστω σου ἡ διάνοια καθαρὰ κακοῦ παντός.

58

ἄξιος ἔσο τοῦ ἀξιώσαντός σε εἰπεῖν υἱὸν καὶ πρᾶττε πάντα ὡς υἱὸς θεοῦ.

59

θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο.

60

ἁγνὸς ἀνὴρ καὶ ἀναμάρτητος ἐξουσίαν ἔχει παρὰ θεῷ ὡς
υἱὸς θεοῦ.

61

ἀγαθὴ διάνοια χῶρος θεοῦ.

62

κακὴ διάνοια χῶρός ἐστιν κακῶν.

63

τὸν ἀδικοῦντα τοῦ ἀδικεῖν ἀπαλλάττων κολάζοις ἂν κατὰ θεόν.

64

ἄσκει μὴ τὸ δοκεῖν ἀλλὰ τὸ εἶναι δίκαιος· τὸ δοκεῖν γὰρ ἕκαστον τοῦ εἶναι ἀφαιρεῖται.

65

τίμα τὸ δίκαιον δι’ αὐτό.

66

οὐκ ἂν λάθοις θεὸν πράττων ἄδικα, οὐδὲ γὰρ διανοού‐ μενος.

67

σώφρων ἀνὴρ ἁγνὸς παρὰ τῷ θεῷ.

68

ἀκολασίαν φεῦγε.

69

εὐλογιστίαν ἄσκει.

70

κράτει τῶν ἡδονῶν.

71a

νίκα τὸ σῶμα ἐν παντί.

71b

ἐκ φιληδονίας ἀκολασίαν οὐκ ἐκφεύξῃ.

72

φιληδόνου ὁ θεὸς οὐκ ἀκούει.

73

τρυφῆς πέρας ὄλεθρος.

74

ὁ λόγος σου τῶν ὁρμῶν σου προηγείσθω.

75a

δεινότατόν ἐστιν πάθεσι δουλεύειν.

75b

ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται.

76

φιλοχρηματία φιλοσωματίας ἔλεγχος.

77

κτῶ τὰ τῆς ψυχῆς ὡς βέβαια.

78

ἀποτάττου τοῖς τοῦ σώματος, ἐφ’ ὅσον δυνατὸς εἶ.

79

μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν.

80

ὁποῖος θέλεις εὐχόμενος εἶναι, ἀεὶ ἔσο.

81

ὅταν τὰ κάλλιστα τῶν κτημάτων εὐλόγως εἰς βόρβορον
ῥίψῃς, τότε καθαρὸς ὢν αἰτοῦ τι παρὰ τοῦ θεοῦ.

82a

ὁποῖος θέλεις εἶναι παρὰ θεῷ, ἤδη ἔσο.

82b

τῶν τοῦ κόσμου μεταδιδοὺς καταφρόνει.

82c

μέμνησο ὢν μετὰ θεόν.

82d

ψυχὴ ἀνθρώπου θεοσεβοῦς θεὸς ἐν σώματι.

82e

μιαίνει τὸν θεὸν ὁ κακῶς νοῶν τὸν θεόν.

83

γλῶσσα βλάσφημος διανοίας ἔλεγχος κακῆς.

84

γλῶσσαν εὔφημον κέκτησο, μάλιστα δὲ περὶ θεοῦ.

85

κακῶς μὲν ποιῆσαι θεὸν δυνατὸς οὐδείς, ἀσεβέστατος δὲ ὁ βλασφημῶν· δυνατὸς γὰρ ὢν κἂν ἐποίησεν.

86a

κρηπὶς εὐσεβείας ἐγκράτεια.

86b

τέλος εὐσεβείας φιλία πρὸς θεόν.

87

χρῶ τῷ εὐσεβεῖ ὡς σαυτῷ.

88

εὔχου σοι γενέσθαι μὴ ἃ βούλει, ἀλλ’ ἃ δεῖ καὶ συμφέρει.

89

ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς.

90

ἃ ψέγεις, μηδὲ ποίει.

91a

μηδείς σε πειθέτω ποιεῖν τι παρὰ τὸ βέλτιον.

91b

ἃ δέδοταί σοι, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει.

92

ἃ δίδωσιν ὁ θεός, οὐδεὶς ἀφαιρεῖται.

93

σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα
μηδὲν ποιῇς ὃ μὴ δεῖ.

94

ὃ πράττων οὐκ ἂν θέλοις εἰδέναι τὸν θεόν, τοῦτο μὴ πράξῃς.

95a

πρὸ παντὸς οὗ πράττεις νόει τὸν θεόν.

95b

φῶς σου τῶν πράξεων προηγείσθω.

96

μεγίστη ἀσέβεια εἰς θεὸν ἀνθρώπου κάκωσις.

97

ψυχὴ φωτίζεται ἐννοίᾳ θεοῦ.

98

αὐτάρκειαν ἄσκει.

99

τῶν ἀτόπων μὴ ὀρέγου.

100

τῶν καλῶν ἐκπόνει τὰ αἴτια.

101

τὰ τοῦ σώματος μὴ ἀγάπα.

102

ἀκάθαρτον ἄνθρωπον ποιεῖ πρᾶξις αἰσχρά.

103

καθαίρει ψυχὴν ἀνοήτου δόξης ἔλεγχος.

104

ὁ θεὸς ἀνθρώπων καλῶν πράξεων ἡγεμών ἐστιν.

105

μηδένα ἐχθρὸν ἡγοῦ.

106a

ἀγάπα τὸ ὁμόφυλον.

106b

ἀγάπα τὸν θεὸν καὶ πρὸ τῆς ψυχῆς σου.

107

οὐ χαλεπὸν ἁμαρτωλοὺς ἐπὶ τὸ αὐτὸ γενέσθαι μὴ ἁμαρ‐ τάνοντας.

108a

τροφαὶ πολλαὶ ἁγνείαν ἐμποδίζουσιν.

108b

ἀκρασία σιτίων ἀκάθαρτον ποιεῖ.

109

ἐμψύχων ἁπάντων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογι‐ κώτερον.

110

οὐ τὰ εἰσιόντα διὰ τοῦ στόματος σιτία καὶ ποτὰ μιαίνει τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἀπὸ κακοῦ ἤθους ἐξιόντα.

111

ὃ ἂν 〈ἡδονῇ〉 ἡττώμενος σιτίον προσφέρῃ μιαίνει σε.

112

πλήθει ἀρέσκειν μὴ ἐπιτήδευε.

113

παντὸς οὗ καλῶς πράττεις αἴτιον ἡγοῦ τὸν θεόν.

114

κακῶν θεὸς ἀναίτιος.

115

μὴ πλέον κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ.

116

ψυχὴν χρυσὸς οὐ ῥύεται κακῶν.

117

οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ θεοῦ παρασκευῇ.

118

κτῶ ἃ μηδείς σου ἀφαιρεῖται.

119

φέρε τὰ ἀναγκαῖα ὡς ἀναγκαῖα.

120

μεγαλοψυχίαν ἄσκει.

121a

ὧν καταφρονῶν ἐπαινῇ εὐλόγως, τούτων μὴ περιέχου.

121b

ἐφ’ οἷς εὐλόγως μεγαλοφρονεῖς, ταῦτα κέκτησο.

122

εὔχου τῷ θεῷ τὰ ἄξια τοῦ θεοῦ.

123

τὸν ἐν σοὶ λόγον τοῦ βίου σου νόμον ποίει.

124

αἰτοῦ παρὰ θεοῦ ἃ μὴ λάβοις ἂν παρὰ ἀνθρώπου.

125

ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτά σοι εὔχου γενέσθαι μετὰ τοὺς πόνους.

126

εὐχὴ ῥᾳθύμου μάταιος λόγος.

127

ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσῃ, καταφρόνει.

128

ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ.

129

ἔθιζε τὴν ψυχήν σου μετὰ θεὸν ἐφ’ ἑαυτῇ μεγαλοφρονεῖν.

130

μηθὲν ὧν ἀφαιρήσεταί σε κακὸς ἀνὴρ τίμα.

131

μόνον ἀγαθὸν ἡγοῦ τὸ πρέπον θεῷ.

132

τὸ ἄξιον θεοῦ καὶ ἀνδρὸς ἀγαθοῦ.

133

ὃ οὐ συμβάλλεται πρὸς εὐδαιμονίαν θεῷ, οὐδὲ ἀνθρώπῳ.

134

ταῦτα θέλε ἃ θέλοι ἂν καὶ ὁ θεός.

135

υἱὸς θεοῦ ὁ ταῦτα μόνα τιμῶν ἃ καὶ ὁ θεός.

136

ἐφ’ ὅσον ποθεῖ τὸ σῶμα, ἡ ψυχὴ τὸν θεὸν ἀγνοεῖ.

137

ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας.

138

ἐκ φιλαυτίας ἀδικία φύεται.

139a

ὀλίγα πέφυκεν τῇ ψυχῇ τὸ σῶμα ἐνοχλεῖν.

139b

φιληδονία ποιεῖ σώμα ἀφόρητον.

140

πᾶν τὸ πλέον ἀνθρώπῳ πολέμιον.

141

φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.

142

σπουδάζοντά σε περὶ τὰ μὴ καλὰ λήσεται τὰ καλά.

143

σοφοῦ διάνοια ἀεὶ παρὰ θεῷ.

144

σοφοῦ διανοίᾳ θεὸς ἐνοικεῖ.

145

σοφὸς ὀλίγοις γινώσκεται.

146

ἀπλήρωτος ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορος.

147

τὸ σοφὸν ἀεὶ ἑαυτῷ ὅμοιον.

148

αὔταρκες πρὸς εὐδαιμονίαν θεοῦ γνῶσις καὶ ὁμοίωμα.

149

κακοὶ κολακευόμενοι κακίους γίνονται.

150

ἀφόρητον γίνεται κακία ἐπαινουμένη.

151

ἡ γλῶσσά σου τῷ νοΐ σου ἑπέσθω.

152

αἱρετώτερον λίθον εἰκῇ βάλλειν ἢ λόγον.

153

σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς ἃ μὴ δεῖ.

154

ῥήματα ἄνευ νοῦ ψόφος.

155

πολυλογία οὐκ ἐκφεύγει ἁμαρτίαν.

156

βραχυλογίᾳ σοφία παρακολουθεῖ.

157

μακρολογία σημεῖον ἀμαθίας.

158

τὸ ἀληθὲς ἀγάπα.

159

τῷ ψεύδει χρῶ ὡς φαρμάκῳ.

160

καιρὸς τῶν λόγων σου προηγείσθω.

161

λέγε ὅτε σιγᾶν οὐ καθήκει.

162a

περὶ ὧν οὐκ οἶδας σιώπα.

162b

περὶ ὧν οἶδας, ὅτε δεῖ λέγε.

163a

λόγος παρὰ καιρὸν διανοίας ἔλεγχος κακῆς.

163b

ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ.

164a

ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε.

164b

ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν.

165a

ἄμεινον ἡττᾶσθαι τἀληθῆ λέγοντα τοῦ περιγενέσθαι μετὰ ἀπάτης.

165b

ὁ νικῶν τῷ ἀπατᾶν νικᾶται ἐν ἤθει.

165c

μάρτυρες κακῶν γίνονται λόγοι ψευδεῖς.

165d

μεγάλη περίστασις ᾗ πρέπει ψεῦδος.

165e

ὁπότε ἁμαρτάνων εἶ τἀληθῆ λέγων, ἀναγκαίως τότε ψευδῆ λέγων οὐχ ἁμαρτήσεις.

165f

μηδένα ἀπάτα, μάλιστα τὸν συμβουλίας δεόμενον.

165g

μετὰ πλειόνων λέγων μᾶλλον ὄψει τὰ συμφέροντα.

166

πίστις ἁπασῶν καλῶν πράξεων ἡγεμών ἐστιν.

167

σοφία ψυχὴν ὁδηγεῖ πρὸς θεόν.

168

οὐδὲν οἰκειότερον σοφίᾳ ἀληθείας.

169

οὐ δυνατὸν τὴν αὐτὴν φύσιν πιστήν τε εἶναι καὶ φιλοψευδῆ.

170

δειλῇ καὶ ἀνελευθέρῳ φύσει πίστις οὐκ ἂν μετείη.

171a

τὸ λέγειν ἃ δεῖ τοῦ ἀκούειν πιστὸς ὢν μὴ προτίμα.

171b

ἐν πιστοῖς ὢν μᾶλλον ἄκουε ἤπερ λέγε.

172

φιλήδονος ἀνὴρ ἄχρηστος ἐν παντί.

173

ἀνεύθυνος ὢν λόγοις μὴ χρῶ περὶ θεοῦ.

174

τὰ τῶν ἀγνοούντων ἁμαρτήματα τῶν διδαξάντων αὐτοὺς ὀνείδη.

175

νεκροὶ παρὰ θεῷ δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ λοιδορεῖται.

176

σοφὸς ἀνὴρ εὐεργέτης μετὰ θεόν.

177

τοὺς λόγους σου ὁ βίος βεβαιούτω παρὰ τοῖς ἀκούουσιν.

178

ὃ μὴ δεῖ ποιεῖν, μηδ’ ὑπονοοῦ ποιεῖν.

179

ἃ μὴ θέλεις παθεῖν, μηδὲ ποίει.

180

ἃ ποιεῖν αἰσχρόν, καὶ προστάττειν ἑτέρῳ αἰσχρόν.

181

μέχρι καὶ τοῦ νοῦ καθάρευε τῶν ἁμαρτημάτων.

182

ἄρχων ἀνθρώπων μέμνησο ἄρχεσθαι παρὰ θεοῦ.

183

ὁ κρίνων ἄνθρωπον κρίνεται ὑπὸ τοῦ θεοῦ.

184

μείζων ὁ κίνδυνος δικαζομένου δικαστῇ.

185

ἅπασι μᾶλλον ἢ λόγῳ βλάπτε ἄνθρωπον.

186

δυνατὸν ἀπατῆσαι λόγῳ ἄνθρωπον, θεὸν μέντοι ἀδύνατον.

187

οὐ χαλεπὸν ἐπίστασθαι καὶ ἐν λόγῳ νενικῆσθαι.

188

κακοδοξίας αἰτιώτατον ἡ ἐν πίστει φιλοδοξία.

189

τίμα τὸ πιστὸς εἶναι διὰ τοῦ εἶναι.

190

σέβου σοφὸν ἄνδρα ὡς εἰκόνα θεοῦ ζῶσαν.

191

σοφὸς ἀνὴρ καὶ γυμνὸς ὢν δοκείτω σοι σοφὸς εἶναι.

192

διὰ τὸ πολλὰ ἔχειν χρήματα 〈μὴ〉 τιμήσῃς μηδένα.

193

χαλεπόν ἐστιν πλουτοῦντα σωθῆναι.

194

ψέγειν ἄνδρα σοφὸν καὶ θεὸν ἴσον ἁμάρτημα.

195

λόγον χειρίζων περὶ θεοῦ παραθήκην σοι δεδόσθαι νόμιζε τὰς ψυχὰς τῶν ἀκουόντων.

196

οὐκ ἔστιν βιῶναι καλῶς μὴ πεπιστευκότα γνησίως.

197

μόνον τὸ καλὸν ἀγαθὸν ἡγοῦ καὶ καλὸν μόνον τὸ πρέπον θεῷ.

198

ποίει μεγάλα μὴ μεγάλα ὑπισχνούμενος.

199

οὐ γενήσῃ σοφὸς οἰόμενος εἶναι πρὸ τοῦ εἶναι.

200

μεγάλη περίστασις πιστὸν ἄνδρα δείκνυσι.

201

τέλος ἡγοῦ βίου τὸ ζῆν κατὰ θεόν.

202

μηδὲν ἡγοῦ κακόν, ὃ μή ἐστιν αἰσχρόν.

203

κόρου πέρας ὕβρις, ὕβρεως δὲ ὄλεθρος.

204

οὐκ ἀναβήσεται πάθος ἐπὶ καρδίαν πιστοῦ.

205

πᾶν πάθος ψυχῆς λόγῳ πολέμιον.

206

ὃ ἂν πράξῃς ἐν πάθει ὤν, μετανοήσεις.

207

πάθη νοσημάτων ἀρχαί.

208a

κακία νόσος ψυχῆς.

208b

ἀδικία ψυχῆς θάνατος.

209

τότε δόκει πιστὸς εἶναι, ὅταν τῶν τῆς ψυχῆς παθῶν ἀπαλ‐ λαγῇς.

210a

ἀνθρώποις χρῶ τοῖς ἅπασιν ὡς κοινὸς ἀνθρώπων εὐεργέτης.

210b

ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς.

211

ἀνθρώποις κακῶς χρώμενος σεαυτῷ κακῶς χρήσῃ.

212

οὐδένα κακῶς ποιήσει ὁ πιστός.

213

εὔχου τοὺς ἐχθροὺς δύνασθαι εὐεργετεῖν.

214

φαύλοις φαίνεται ἄχρηστος σοφὸς ἀνήρ.

215

οὐκ ἄνευ θεοῦ καλῶς ζήσεις.

216

ὑπὲρ τοῦ κατὰ θεὸν ζῆν πάντα ὑπόμενε.

217

εὐχῆς οὐκ ἀκούει θεὸς τοῦ ἀνθρώπων δεομένων οὐκ ἀκούοντος.

218

φιλόσοφος φιλοσόφῳ δῶρον παρὰ θεοῦ.

219

τιμῶν φιλόσοφον τιμήσεις σεαυτόν.

220

πιστὸς ὢν ἴσθι.

221

ὅταν υἱόν σε λέγῃ τις, μέμνησο τίνος σε λέγει υἱόν.

222

θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο.

223

τὰ ῥήματά σου [τὰ πιστὰ] πολλῆς εὐσεβείας μεστὰ ἔστω.

224

ἐν οἷς πράττεις πρὸ ὀφθαλμῶν ἔχε τὸν θεόν.

225

δεινόν ἐστιν θεὸν πατέρα ὁμολογοῦντα πρᾶξαί τι ἄσχημον.

226

σοφὸν ὁ μὴ φιλῶν, οὐδὲ ἑαυτόν.

227

μηθὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφῳ.

228

ὧν κοινὸς ὁ θεὸς καὶ ταῦτα ὡς πατήρ, τούτων μὴ κοινὰ εἶναι τὰ κτήματα οὐκ εὐσεβές.

229

ἀχαριστεῖ θεῷ ὁ μὴ περὶ πολλοῦ ποιούμενος φιλόσοφον.

230a

γάμον γὰρ δίδωσίν σοι παραιτεῖσθαι ἵνα ζήσῃς ὡς πάρ‐ εδρος θεῷ.

230b

γάμει καὶ παιδοποιοῦ χαλεπὸν εἰδὼς ἑκάτερον· εἰ δὲ καθάπερ εἰδὼς πόλεμον ὅτι χαλεπὸν ἀνδρίζοιο, καὶ γάμει καὶ παιδοποιοῦ.

231

μοιχὸς τῆς ἑαυτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος.

232

μηδὲν ἕνεκα ψιλῆς ἡδονῆς ποίει.

233

ἴσθι μοιχὸς εἶναι κἂν νοήσῃς μοιχεῦσαι· καὶ περὶ παντὸς ἁμαρτήματος ὁ αὐτὸς ἔστω σοι λόγος.

234

πιστὸν εἰπὼν σεαυτὸν ὡμολόγησας μηδὲ ἁμαρτεῖν θεῷ.

235

πιστῇ γυναικὶ κόσμος σωφροσύνη νομιζέσθω.

236

ἀνὴρ γυναῖκα ἀποπέμπων ὁμολογεῖ μηδὲ γυναικὸς ἄρχειν δύνασθαι.

237

γυνὴ σώφρων ἀνδρὸς εὔκλεια.

238

αἰδούμενος γαμετὴν αἰδουμένην ἕξεις.

239

ὁ τῶν πιστῶν γάμος ἀγὼν ἔστω περὶ ἐγκρατείας.

240

ὡς ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις.

241

φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον.

242

ἃ προῖκα λαμβάνεις παρὰ θεοῦ, καὶ δίδου προῖκα.

243

πλῆθος πιστῶν οὐκ ἂν ἐξεύροις· σπάνιον γὰρ τὸ ἀγαθόν.

244

σοφὸν τίμα μετὰ θεόν.

245

ἐλεγχόμενος ἵνα γένῃ σοφὸς χάριν ἴσθι τοῖς ἐλέγχουσιν.

246

ὁ τὸν σοφὸν οὐ δυνάμενος φέρειν τὸ ἀγαθὸν οὐ δύναται φέρειν.

247

πιστὸς εἶναι θέλων μάλιστα μὲν μὴ ἁμάρτῃς, εἰ δέ τι, μὴ δισσῶς τὸ αὐτό.

248

ὃ μή ἐστι μάθημα θεοῦ ἄξιον, μὴ μάθῃς.

249

πολυμαθία περιεργία ψυχῆς νομιζέσθω.

250

ὁ τὰ τοῦ θεοῦ ἀξίως εἰδὼς σοφὸς ἀνήρ.

251

χωρὶς μαθήματος οὐκ ἔσῃ θεοφιλής· ἐκείνου περιέχου ὡς ἀναγκαίου.

252

φείδεται χρόνου σοφὸς ἀνήρ.

253a

παρρησίαν ἄγε μετὰ αἰδοῦς.

253b

ἔστιν σοφοῦ καὶ ὕπνος ἐγκράτεια.

254

ἀνιάτω σε μᾶλλον τέκνα κακῶς ζῶντα τοῦ μὴ ζῆν.

255

τὸ γὰρ ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν καὶ ἐφ’ ἡμῖν.

256

τέκνα μὴ πιστὰ οὐ τέκνα.

257

πιστὸς ἀνὴρ εὐχαρίστως φέρει τέκνων ἀποβολήν.

258

μὴ κρίνῃς φιλόσοφον ᾧ μὴ πάντα πιστεύεις.

259

διαβολὰς κατὰ φιλοσόφου μὴ παραδέχου.

260

ἐπιτήδευε κοινὸς ἀνθρώποις εὐεργέτης εἶναι.

261

ἀπευκτὸν ἡγοῦ καὶ τὸ δικαίως τινὰ κολάζειν.

262

μετ’ εὐθυμίας εἰ θέλεις ζῆν, μὴ πολλὰ πρᾶττε· πολυπραγ‐ μονῶν γὰρ κακοπραγμονῶν ἔσῃ.

263

ὃ μὴ κατέθου, μηδ’ ἀνέλῃς, οὐ γὰρ κατὰ τὸν αὐτάρκη πολιτεύῃ.

264a

ἀφεὶς ἃ κέκτησαι ἀκολούθει τῷ ὀρθῷ λόγῳ.

264b

ἐλεύθερος ἔσῃ ἀπὸ πάντων δουλεύων θεῷ.

265

ἀπαλλάττου τροφῆς ἔτι θέλων.

266

τροφῆς παντὶ κοινώνει.

267

ὑπὲρ τοῦ πτωχὸν τραφῆναι καὶ νηστεῦσαι καλόν.

268

ποτόν σοι πᾶν ἡδὺ ἔστω.

269

μέθην δὲ ὁμοίως μανίᾳ φυλάττου.

270

ἄνθρωπος γαστρὸς ἡττώμενος ὅμοιος θηρίῳ.

271

οὐδὲν φύεται ἐκ σαρκὸς ἀγαθόν.

272

αἰσχρᾶς ἡδονῆς τὸ μὲν ἡδὺ ταχέως ἄπεισιν, τὸ δὲ ὄνειδος παραμένει.

273

ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας ἑαυτῶν καὶ ῥίπτοντας μέλη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν;

274a

μεγάλην νόμιζε παιδείαν τὸ ἄρχειν σώματος·

274b

οὐ γὰρ παύσει ἐπιθυμίαν κτημάτων ἡ χρημάτων κτῆσις.

275

φιλόσοφον οὐδέν ἐστιν ὃ τῆς ἐλευθερίας ἀφαιρεῖται.

276

ἡδονὰς ἡγοῦ τὰς ἀναγκαίας ὡς ἀναγκαίας.

277

τὰ ἀγαθὰ μὲν ἔχειν πάντες εὔχονται, κτῶνται δὲ οἱ γνησίως τοῦ θείου λόγου μετέχοντες.

278

φιλόσοφος ὢν σεμνὸς ἔσο μᾶλλον ἢ φιλοσκώπτης.

279

σπάνιόν σου ἔστω σκῶμμα καὶ τὸ εὔκαιρον.

280a

ἄμετρος γέλως σημεῖον ἀπροσεξίας.

280b

σεαυτῷ διαχεῖσθαι πέρα τοῦ μειδιᾶν μὴ ἐπιτρέψῃς.

281

σπουδῇ πλείονι ἢ διαχύσει χρῶ.

282

ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ.

283

ἄριστον μὲν τὸ μὴ ἁμαρτεῖν, ἁμαρτάνοντα δὲ γινώσκειν ἄμεινον ἢ ἀγνοεῖν.

284

ἀλαζὼν φιλόσοφος οὐκ ἔστιν.

285

μεγάλην σοφίαν νόμιζε δι’ ἧς δυνήσῃ φέρειν ἀγνοούντων ἀπαιδευσίαν.

286

αἰσχρὸν ἡγοῦ λόγον ἔχων διὰ στόμα ἐπαινεῖσθαι.

287

σοφῶν ψυχαὶ ἀκόρεστοι θεοσεβείας.

288

ἀρχόμενος ἀπὸ θεοῦ πρᾶττε ὃ ἂν πράττῃς.

289

συνεχέστερον νόει τὸν θεὸν ἢ ἀνάπνει.

290

ἃ μαθόντα δεῖ ποιεῖν, ἄνευ τοῦ μαθεῖν μὴ ἐπιχείρει.

291

σαρκὸς μὴ ἔρα.

292

ψυχῆς ἀγαθῆς ἔρα μετὰ θεόν.

293

οἰκείων ὀργὰς δύνασθαι φέρειν κατὰ φιλόσοφον.

294

πιστοῦ πλοῦτος ἐγκράτεια.

295

ὅπερ μεταδιδοὺς ἄλλοις αὐτὸς οὐχ ἕξεις, μὴ κρίνῃς ἀγαθὸν εἶναι.

296

οὐδὲν ἀκοινώνητον ἀγαθόν.

297a

μὴ νόμιζε μικρότερον ἁμάρτημα ἄλλο ἄλλου.

297b

[πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ.]

298

ὡς ἐπὶ τοῖς κατορθώμασιν τιμᾶσθαι θέλεις, καὶ ἐπὶ τοῖς ἁμαρτήμασιν ψεγόμενος ἀνέχου.

299

ὧν τῶν ἐπαίνων καταφρονεῖς, καὶ τῶν ψόγων ὑπερόρα.

300

θησαυρὸν κατατίθεσθαι μὲν οὐ φιλάνθρωπον, ἀναιρεῖσθαι δὲ οὐ κατὰ φιλόσοφον.

301

ὅσα πονεῖς διὰ τὸ σῶμα, καὶ διὰ τὴν ψυχὴν πονέσας σοφὸς ἂν εἴης.

302

σοφὸν οὐδέν ἐστιν ὃ βλάπτει.

303

ὧν ἂν πράττῃς θεὸν ἐπικαλοῦ μάρτυρα.

304

ὁ θεὸς ἀνθρώπων βεβαιοῖ καλὰς πράξεις.

305

κακῶν πράξεων κακὸς δαίμων ἡγεμών ἐστιν.

306

οὐκ ἀναγκάσεις σοφὸν πρᾶξαι ὃ μὴ βούλεται μᾶλλον ἤπερ θεόν.

307

σοφὸς ἀνὴρ θεὸν ἀνθρώποις συνιστᾷ.

308

ὁ θεὸς τῶν ἰδίων ἔργων μέγιστον φρονεῖ ἐπὶ σοφῷ.

309

οὐδὲν οὕτως ἐλεύθερον μετὰ θεὸν ὡς σοφὸς ἀνήρ.

310

ὅσα θεοῦ κτήματα, καὶ σοφοῦ.

311

κοινωνεῖ βασιλείας θεοῦ σοφὸς ἀνήρ.

312

κακὸς ἀνὴρ πρόνοιαν θεοῦ εἶναι οὐ θέλει.

313

ψυχὴ κακὴ θεὸν φεύγει.

314

πᾶν τὸ φαῦλον θεῷ πολέμιον.

315

τὸ ἐν σοὶ φρονοῦν τοῦτο νόμιζε εἶναι ἄνθρωπον.

316

ὅπου σου τὸ φρονοῦν, ἐκεῖ σου τὸ ἀγαθόν.

317

ἀγαθὸν ἐν σαρκὶ μὴ ἐπιζήτει.

318

ὃ μὴ βλάπτει ψυχήν, οὐδὲ ἄνθρωπον.

319

φιλόσοφον ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν.

320

τὸ σκήνωμα τῆς ψυχῆς σου βαρύνεσθαι μὲν ὑπερήφανον, ἀποθέσθαι δὲ πραέως ὁπότε χρὴ δύνασθαι μακάριον.

321

θανάτου μὲν σαυτῷ παραίτιος μὴ γένῃ, τῷ δὲ ἀφαιρουμένῳ σε τοῦ σώματος μὴ ἀγανάκτει.

322

σοφὸν ὁ τοῦ σώματος ἀφαιρούμενος τῇ ἑαυτοῦ κακίᾳ εὐεργετεῖ, λύεται γὰρ ὡς ἐκ δεσμῶν.

323

ἄνθρωπον θανάτου φόβος λυπεῖ ἀπειρίᾳ ψυχῆς.

324

σίδηρον ἀνδροφόνον ἄριστον μὲν ἦν μὴ γενέσθαι, γενό‐ μενον δὲ σοὶ μὴ νόμιζε εἶναι.

325

οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει, μάλιστα δὲ ἐν πίστει.

326a

οἷον ἂν ᾖ σου τὸ ἦθος, τοιοῦτος ἔσται σου καὶ ὁ βίος.

326b

ἦθος θεοσεβὲς ποιεῖ βίον μακάριον.

327

ὁ βουλευόμενος κατ’ ἄλλου κακῶς, φθάνει κακῶς πάσχων.

328

μή σε παύσῃ τοῦ εὐεργετεῖν ἀχάριστος ἄνθρωπος.

329

μηθὲν ὧν παραχρῆμα αἰτούμενος δῷς, πλείονος ἄξιον κρίνῃς τοῦ λαμβάνοντος.

330

κάλλιστα οὐσίᾳ χρήσῃ τοῖς δεομένοις προθύμως μεταδι‐ δούς.

331

ἀδελφὸν ἀγνωμονοῦντα πεῖθε μὴ ἀγνωμονεῖν καὶ ἀνιάτως ἔχοντα συντήρει.

332

εὐγνωμοσύνῃ πάντας ἀνθρώπους νικᾶν ἀγωνίζου.

333

νοῦν οὐ πρότερον ἕξεις πρὶν ἢ γνῷς οὐκ ἔχων.

334

αὐτάρκειαν ἄσκει.

335

τὰ μέλη τοῦ σώματος τοῖς οὐ χρωμένοις φορτία.

336

ὑπηρετεῖν κρεῖττον ἑτέροις ἢ πρὸς ἄλλων ὑπηρετεῖσθαι.

337

ὃν οὐκ ἀπαλλάττει ὁ θεὸς τοῦ σώματος μὴ βαρυνέσθω.

338

δόγμα ἀκοινώνητον οὐ μόνον ἔχειν ἀλλὰ καὶ ἀκούειν χαλεπὸν ἡγοῦ.

339

ὁ διδοὺς ὁτιοῦν μετ’ ὀνείδους ὑβρίζει.

340

κηδόμενος ὀρφανῶν πατὴρ ἔσῃ πλειόνων τέκνων θεοφιλής.

341

ᾧ ἂν ὑπουργήσῃς ἕνεκα δόξης, μισθοῦ ὑπούργησας.

342

ἐάν τι δῷς ἐπὶ τὸ αὐτὸ γνωσθῆναι, οὐκ ἀνθρώπῳ δέδωκας, ἰδίᾳ δὲ ἡδονῇ.

343

ὀργὴν πλήθους μὴ παρόξυνε.

344

μάθε τοίνυν τί δεῖ ποιεῖν τὸν εὐδαιμονήσοντα.

345

κρεῖττον ἀποθανεῖν λιμῷ ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι.

346

ἐκμαγεῖον τὸ σῶμά σου νόμιζε τῆς ψυχῆς· καθαρὸν οὖν
τήρει.

347

ὁποῖα δ’ ἂν ἐπιτηδεύσῃ ψυχὴ ἐνοικοῦσα τῷ σώματι, τοιαῦτα μαρτύρια ἔχουσα ἄπεισιν ἐπὶ τὴν κρίσιν.

348

ἀκαθάρτου ψυχῆς ἀκάθαρτοι δαίμονες ἀντιποιοῦνται.

349

πιστὴν ψυχὴν καὶ ἀγαθὴν ἐν ὁδῷ θεοῦ κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.

350

λόγου περὶ θεοῦ μὴ παντὶ κοινώνει.

351

οὐκ ἀσφαλὲς ἀκούειν περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρ‐ μένοις.

352

περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός.

353

περὶ θεοῦ μηδὲν εἴπῃς μὴ μαθὼν παρὰ θεοῦ.

354

ἀθέῳ δὲ περὶ θεοῦ μηδὲν εἴπῃς.

355

περὶ θεοῦ λόγον ἀληθῆ ὡς θεὸν τίμα.

356

μὴ καθαρεύων ἀνοσίων ἔργων μὴ φθέγξῃ περὶ θεοῦ λόγον.

357

λόγος ἀληθὴς περὶ θεοῦ λόγος ἐστὶν θεοῦ.

358

πεισθεὶς πρότερον θεοφιλὴς εἶναι πρὸς οὓς ἂν πεισθῇς λέγε περὶ θεοῦ.

359

τὰ ἔργα σου θεοφιλῆ προηγείσθω παντὸς λόγου περὶ θεοῦ.

360

ἐπὶ πλήθους λέγειν περὶ θεοῦ μὴ ἐπιτήδευε.

361

λόγου περὶ θεοῦ φείδου μᾶλλον ἢ ψυχῆς.

362

ψυχὴν αἱρετώτερον ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ.

363a

θεοφιλοῦς ἀνδρὸς σώματος μὲν ἄρξεις, λόγου δὲ οὐ κυ‐ ριεύσεις.

363b

σοφοῦ σώματος καὶ λέων ἄρχει, τούτου δὴ μόνου καὶ
τύραννος.

364

ὑπὸ τυράννου γινομένης ἀπειλῆς τίνος εἶ τότε μάλιστα μέμνησο.

365

λόγον οἶς οὐ θέμις ὁ λέγων περὶ θεοῦ προδότης θεοῦ νομιζέσθω.

366

λόγον περὶ θεοῦ σιγᾶν ἄμεινον ἢ προπετῶς διαλέγεσθαι.

367

ὁ λέγων ψευδῆ περὶ θεοῦ καταψεύδεται θεοῦ.

368

ἄνθρωπος μηδὲν ἔχων λέγειν περὶ θεοῦ ἀληθὲς ἔρημός ἐστιν θεοῦ.

369

θεὸν οὐκ ἔστιν γινώσκειν μὴ σεβόμενον.

370

οὐκ ἔστιν ὅπως ἀδικῶν τις ἄνθρωπον σέβοι τὸν θεόν.

371

κρηπὶς θεοσεβείας φιλανθρωπία.

372

ὁ προνοῶν ἀνθρώπων εὐχόμενός τε ὑπὲρ πάντων οὗτος ἀληθείᾳ θεοῦ νομιζέσθω.

373

θεοῦ μὲν ἴδιον τὸ σώζειν οὓς ἂν προαιρῆται.

374

εὐσεβοῦς δὲ τὸ εὔχεσθαι θεῷ σώζειν.

375

ὁπόταν εὐξαμένῳ σοι γένηται ὑπὸ τοῦ θεοῦ, τότε ἐξουσίαν ἔχειν ἡγοῦ παρὰ θεῷ.

376a

ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἐν ἀνθρώποις.

376b

θεὸς καὶ υἱὸς θεοῦ τὸ μὲν ἄριστον, τὸ δὲ ἐγγυτάτω τοῦ ἀρίστου.

377

ἀκτήμονα κρεῖττον ἢ ἀκοινώνητον εἶναι πολυκτήμονα.

378

μὴ διδοὺς δεομένοις δυνατὸς ὢν οὐ λήψῃ δεόμενος παρὰ θεοῦ.

379

τροφῆς δεομένῳ μεταδιδόντος ἐξ ὅλης ψυχῆς δόμα μέν τι
βραχύ, προθυμία δὲ μεγάλη παρὰ θεῷ.

380

θεὸν οὐ νομίζοντος ὁ νομίζων καὶ οὐδὲν εἶναι πρὸς αὐτὸν ἡγούμενος οὐχ ἧττον ἄθεος.

381

τιμᾷ θεὸν ἄριστα ὁ τὴν ἑαυτοῦ διάνοιαν ἐξομοιώσας θεῷ εἰς δύναμιν.

382

θεὸς δεῖται μὲν οὐδαμῇ οὐδενός, χαίρει δὲ τοῖς μεταδιδοῦσι τοῖς δεομένοις.

383

πιστῶν ὀλίγοι μὲν ἔστωσαν οἱ λόγοι, ἔργα δὲ πολλά.

384

πιστὸς φιλομαθὴς ἐργάτης ἀληθείας.

385

ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς.

386

μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ.

387

τύραννος εὐδαιμονίαν οὐκ ἀφαιρεῖται.

388

ὃ δεῖ ποιεῖν, ἑκὼν ποίει.

389a

ὃ μὴ δεῖ ποιεῖν, μηδενὶ τρόπῳ ποίει.

389b

πάντα μᾶλλον ἢ τὸ σοφὸς εἶναι ὑπισχνοῦ.

390

οὗ καλῶς πράττεις τὴν αἰτίαν ἀνάφερε εἰς θεόν.

391

οὐδεὶς σοφὸς ἀνὴρ κάτω που βλέπων εἰς γῆν καὶ τραπέζας.

392

τὸν φιλόσοφον οὐ τὸν χρηματισμὸν ἐλευθεροῦν δεῖ, ἀλλὰ τὴν ψυχήν.

393

ψεύδεσθαι φυλάττου· ἔστιν γὰρ ἀπατᾶν καὶ ἀπατᾶσθαι.

394

τίς θεὸς γνῶθι· μάθε τὸ νοοῦν ἐν σοί.

395

θεοῦ καλὸν ἔργον ἀγαθὸς ἄνθρωπος.

396

ἄθλιοι δι’ οὓς ὁ λόγος ἀκούει κακῶς.

397

ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν ἀλλὰ κακὸς βίος.

398

πρὸς ὃ γέγονας εἰδὼς γνώσῃ σαυτόν.

399

οὐκ ἔστιν κατὰ θεὸν ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως πράττειν.

400

ἀνθρώπων ἀπίστων βίος ὄνειδος.

401

μήποτε λάθῃς σαυτὸν ἀγενεῖ φύσει μεταδιδοὺς λόγου θεοῦ.

402

ψυχὴν ἀπὸ γῆς πίστις ἀνάγει παρὰ θεόν.

403

σοφοῦ ψυχῆς μέγεθος οὐκ ἂν ἐξεύροις μᾶλλον ἤπερ καὶ θεοῦ.

404

ὅσα δίδωσιν ὁ θεὸς οὐδεὶς ἀφαιρεῖται.

405

ὃ παρέχει κόσμος βεβαίως οὐ τηρεῖ.

406

θεία σοφία ἡ τοῦ θεοῦ γνῶσις.

407

ἀκαθάρτῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ.

408

ἀνδρὸς πεῖραν πρότερον ἔργων ἢ λόγων ποίει.

409

τὰ ὦτά σου μὴ παντὶ πίστευε.

410

οἴεσθαι μὲν περὶ θεοῦ εὐμαρές, λέγειν δὲ ἀληθὲς μόνῳ τῷ δικαίῳ συγκεχώρηται.

411

μὴ βασανίσῃς σου τῇ ψυχῇ τὸ σῶμα μηδὲ τὴν ψυχήν σου βασανίσῃς ταῖς τοῦ σώματος ἡδοναῖς.

412

ἔθιζε σεαυτὸν τῷ μὲν σώματι παρέχειν τὰ τοῦ σώματος σωφρόνως, τῇ δὲ ψυχῇ θεοσεβῶς.

413

τρέφε σου τὴν μὲν ψυχὴν λόγῳ θείῳ, τὸ δὲ σῶμα σιτίοις λιτοῖς.

414

χαίρειν ἔθιζέ σου τὴν ψυχὴν ἐφ’ οἷς καλὸν χαίρειν.

415a

ψυχὴ χαίρουσα ἐπὶ μικροῖς ἄτιμος παρὰ θεῷ.

415b

σοφοῦ ψυχὴ ἀκούει θεοῦ.

416

σοφοῦ ψυχὴ ἁρμόζεται πρὸς θεὸν ὑπὸ θεοῦ.

417

σοφοῦ ψυχὴ ἀεὶ θεὸν ὁρᾷ.

418

ψυχὴ σοφοῦ σύνεστιν ἀεὶ θεῷ.

419

καρδία θεοφιλοῦς ἐν χειρὶ θεοῦ ἵδρυται.

420

ψυχῆς ἄνοδος πρὸς θεὸν διὰ λόγου θεοῦ.

421

σοφὸς ἕπεται θεῷ καὶ ὁ θεὸς ψυχῇ σοφοῦ.

422

χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ ὁ θεὸς οὖν σοφῷ χαίρει.

423

ἀχώριστόν ἐστιν τοῦ ἀρχομένου τὸ ἄρχον, καὶ θεὸς οὖν τοῦ σοφοῦ προνοεῖ καὶ κήδεται.

424

ἐπιτροπεύεται σοφὸς ἀνὴρ ὑπὸ θεοῦ, διὰ τοῦτο καὶ μα‐ κάριος.

425

ψυχὴ σοφοῦ δοκιμάζεται διὰ σώματος ὑπὸ θεοῦ.

426

οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τιμία παρὰ θεῷ, ἀλλ’ ἡ φρόνησις.

427

σοφὸς ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ [εἰδὼς διὰ τίνα σιγᾷ].

428

γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα [ὁ] μὴ κρατῶν οὐδεὶς πιστός.

429

ἄνθρωπος ἀκρατὴς μιαίνει τὸν θεόν.

430

ἄνθρωπον θεοῦ γνῶσις βραχύλογον ποιεῖ.

431

πολλοὺς λόγους περὶ θεοῦ ἀπειρία ποιεῖ.

432

θεὸν ἄνθρωπος εἰδὼς οὐ πολλὰ κομπάζει.

433

ἐκλεκτὸς ἄνθρωπος ποιεῖ μὲν πάντα κατὰ θεόν, εἶναι δὲ
οὐχ ὑπισχνεῖται.

434

***************

435

ἄνθρωπος δὶς ἐμπιπλώμενος τροφῇ καὶ μηδέποτε μόνος κοιμώμενος νύκτωρ συνουσίας οὐ φεύγει.

436a

εἱμαρμένη πιστὸν οὐ ποιεῖ.

436b

εἱμαρμένη θεοῦ χάριτος οὐκ ἄρχει· εἰ δὲ μή, καὶ θεοῦ.

437

***************

438

πιστὸς ἀνὴρ τρέφεται ἐγκρατείᾳ.

439

γνῶθι ῥήματα καὶ κτίσματα θεοῦ καὶ τίμα κατ’ ἀξίαν τὸν θεόν.

440

***************

441

ψυχὴ πιστὴ ἁγνὴ καὶ σοφὴ καὶ προφῆτις ἀληθείας θεοῦ.

442

οὐκ ἀγαπήσεις κύριον τὸν θεὸν οὐκ ἔχων ἐν ἑαυτῷ οἷον ὁ θεὸς θέλει.

443

φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ.

444

οὐκ ἀγαπῶν τὸν θεὸν οὐκ ἔσῃ παρὰ θεῷ.

445

ἔθιζε σεαυτὸν ἀεὶ ἀφορᾶν πρὸς τὸν θεόν.

446

ὁρῶν τὸν θεὸν ὄψῃ σεαυτόν.

447

ὁρῶν τὸν θεὸν ποιήσεις τὸ ἐν σοὶ φρονοῦν ὁποῖον ὁ θεός.

448

σέβου τὸ ἐν σοὶ καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις μὴ καθυβρίσῃς.

449

ἀσπίλωτόν σου τὸ σῶμα τήρει ὡς ἔνδυμα τῆς ψυχῆς παρὰ θεοῦ, ὡς καὶ τὸν χιτῶνά σου τηρεῖς ἀσπίλωτον ἔνδυμα ὄντα τῆς σαρκός.

450

σοφοῦ διάνοια θεοῦ ἔνοπτρον.

451

ἀκολάστῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ.

452

Ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας δὶς ἀδική‐ σεις.

453

ἄρχων μὲν ἐπιτήδευε πραῢς εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων.

454

βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ.

455

βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα.

456

βασιλεῖ καλῶς χρώμενος ἄρξεις βασιλέως.

457

βασιλέα φρόνησις οὐ διάδημα ποιεῖ.

458

νοῦς ἐστι τὸ ἄρχον.

459

ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ θεοῦ.

460

βασιλεῖ πιστὸς ὢν βασιλεὺς ἔσῃ.

461

κυνικοῦ ἀνδρὸς ἄσκησις μὲν ἀγαθή, βίος δὲ οὐ προηγούμενος.

462

κυνικοῦ μὴ τὸ σχῆμα ἀποδέχου ἀλλὰ τὴν μεγα‐ λοψυχίαν ζήλου.

463

κυνικὸς ἀληθὴς βασιλεὺς ἀνεπίφθονος.

464

κυνικὸς ἀληθὴς τὸν κόσμον οἶκον ἡγεῖται.

465

ᾧ ἂν ἕλῃ βίῳ πρᾶττε τὰ ἀκόλουθα.

466

πρὸς τὴν ἄκραν εὐδαιμονίαν αὐτάρκης ἀρετή.

467

πλούσιον μόνον νόμιζε τὸν σοφόν.

468

ὧν ἀρετὴ αἰτία, τούτων οὐδενὶ φαῦλον πρόσεστιν.

469

ὧν κακία αἰτία, τούτων καθαρεύσει σοφὸς ἀνήρ.

470

τὰ καλὰ ποιεῖν μὲν καλόν, ὑπισχνεῖσθαι δὲ αὔθαδες.

471

ἃ δεῖ πράττειν ἐν περιστάσει, μὴ πράξῃς προηγου‐ μένως.

472

ὑπὲρ ὧν θέλεις ζῆν, ὑπὲρ τούτων καὶ ἀπόθανε.

473

οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γεν‐ ναίως ἀποθανεῖν.

474

μηδὲν τῶν μεταξὺ ἀρετῆς καὶ κακίας ἀγαθὸν ἡγοῦ.

475

οὐδὲν κακόν, ὃ μὴ αἰσχρόν.

476

ὀργὴ λογισμὸν ἐκπλήττει.

477

ὁ φθονῶν ἑαυτὸν ζημιοῖ.

478

ἀνθρώποις χρῶ ὡς κοινωνοῖς καὶ πολίταις θεοῦ.

479

μᾶλλον τοῖς μὴ δυναμένοις σε ἀμείβεσθαι χαρίζου.

480

οὐδεὶς ἂν γένοιτο εὔλογος, ὅπου λογισμὸς τοῦ ποιῆσαι αἰσχρόν.

481

ἀρχὴ πατρίδος ἐπιμελείας ἀρίστη ἡ ἑαυτοῦ ἐπιμέ‐ λεια.

482

μεγάλως εὐεργετεῖ πατρίδα ὁ σπουδάσας ἀγαθὸς εἶναι πολίτης.

483

ἀναθημάτων ἄριστον ἐν πόλει πολιτῶν ἀνδραγαθία.

484

πατρίδος εὐεργέτης ἀνὴρ σοφός.

485

οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου.

486

ἄριστα τιμᾷ γονεῖς ὁ μάλιστα γονέων ἐπιμελούμενος.

487

εὐχάριστος γονεῦσιν ἄνθρωπος θεοφιλής.

488

θεραπεύει θεὸν ὁ θεραπεύων γονεῖς.

489

οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς.

490

ὁποίους ἂν ἀξιοῖς σοι παῖδας εἶναι, τοιοῦτος ἔσο τοῖς γονεῦσι.

491

ἀχάριστος γονεῦσιν ἄνθρωπος ἀσεβής.

492

εὐχῆς οὐκ ἀκούει θεὸς γονέων οὐκ ἀκούοντος.

493

γονέων ὀργὰς φέρειν εὐσεβές.

494

γονέων πείθου μὲν μᾶλλον τῷ πατρί, θεράπευε δὲ τὴν μητέρα.

495

γονεῦσιν ἀποπιμπλᾶσι τὸν θυμὸν καλὸν ὑπείκειν.

496

ἀναγκαιότατον τὸ φιλάδελφον ἡγοῦ.

497

αἱ μὲν ἄλλαι φιλίαι φθονοῦνται, ἀδελφὸς δὲ ἀδελφὸν εὐθύνεται μὴ φιλῶν.

498

καλὸν ἀδελφῷ καὶ ζωῆς καὶ θανάτου ἰσομοιρεῖν.

499

οὐδὲν οἰκειότερον σωφροσύνης γάμῳ.

500

ὅρα τὴν γυναῖκα ὡς μέρος σεαυτοῦ.

501

αἰδούμενος τὴν γαμετὴν σῴζεις [ἀνήρ].

502

ἀνὴρ καὶ γυνὴ ἑνὸς ζῴου τελείου μέρη.

503

τιμάτω μὲν ὁ ἀνὴρ τὴν γυναῖκα ὡς προστάτιν, ἡ γυνὴ δὲ τὸν ἄνδρα ὡς κηδεμόνα.

504

μηδὲν κτῆμα ἔστω τοῦ ἀνδρός, ὃ μὴ καὶ τῆς γυναικός ἐστιν.

505

ἁμαρτήματα γυναικῶν ἀνδρῶν ἀπαιδευσίαι.

506

ἀνὴρ ἀρχέτω γυναικός, ἀλλὰ μὴ τυραννείτω.

507

ἀνδρὸς ἀκρασία γυναῖκα ἀπόλλυσιν.

508

γυναικὸς ἄρχειν ἱκανὸς ὁ σώφρων ἀνήρ.

509

οἱ δι’ ἡδονὴν παιδοποιούμενοι ὑβρίζουσι τὰς παιδο‐ ποιΐας.

510

λαγνεία κόρου περίσσευμα.

511

προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ.

512

χαλεπώτερον πλουσιωτέρας ἄρξεις.

513

γυνὴ φιλόκοσμος οὐ πιστή.

514

γυνὴ τὸν ἑαυτῆς ἄνδρα νόμον ἡγείσθω τοῦ βίου.

515

ὁ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα πείθεσθαι αὑτῷ ποιείτω.

516

ὁ ἐπιγαμῶν τέκνοις μὴ εὐδοκιμείτω.

517

ὅταν ἀρκῇ τέκνοις, ἀρκοῦ καὶ ἀφροδισίοις.

518

ὠμότατος τεκνοκτόνος ὁ τὰ μηδὲν ἠδικηκότα τέκνα ἀναιρῶν.

519

τοῦς παῖδας τρέφε ὡς ὑπηρέτας θεοῦ ἐσομένους.

520

εὔχου σοι μὴ γίνεσθαι τέκνα ἢ κακὰ γίνεσθαι.

521

ὁποία ἂν ᾖ σου ἡ γυνή, τοιοῦτος ἔσται σου καὶ ὁ οἶκος.

522

οὐ σεαυτῷ μόνῳ τέκνα γεννήσας μέμνησο ὅτι θνητὰ γεννᾷς.

523

μὴ δυνάμενος φέρειν τέκνων ἀποβολὴν μὴ παιδο‐ ποιοῦ.

524

φύσις μεγάλη ἐπιμελουμένη βελτίων γίνεται, ἀμελου‐ μένη δὲ χείρων.

525

μεγάλη φύσις μεγάλης δεῖται καὶ τῆς ἐπιμελείας.

526

μεγάλη φύσις ἡ πρὸς ἀρετὴν εὖ πεφυκυῖα.

527

ἡ ἐπ’ ἄκρον εὐφυΐα σφαλερά.

528

ὁ κακῶς εὐφυΐᾳ χρησάμενος ἀχάριστος τῇ φύσει νομιζέσθω.

529

ἀσφαλὴς φύσις μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτία.

530

χαλεπώτερον σοφιστοῦ εἰς τὸ διαφθεῖραι νέου ψυχὴν ὄχλος ἐπαινῶν.

531

φυλάττου φαύλων ἐπαίνους.

532

οὐδὲν ὤνιον μέγα ἀνάθημα.

533

λόγος ὀρθὸς ὅμοιος θεῷ, διὰ τοῦτο καὶ ἄπρατος.

534

ὁ τοῖς πολλοῖς πειρώμενος ἀρέσκειν πολλοῖς ὅμοιος.

535

πλῆθος φιλοσόφων οὐκ ἂν ἐξεύροις.

536

γονέων διδάσκαλοι μείζους εὐεργέται.

537

ἐν παντὶ τοῦ δοκεῖν τὸ εἶναι λυσιτελέστερον.

538

ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα.

539

οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων μὴ καταφρονή‐ σαντα.

540

παίδευε σαυτόν, εἶτα τοὺς ἄλλους.

541

ἀνεύθυνος ὢν μὴ ἐπιχείρει νέων ἄρχειν.

542

παιδευτικὸς ἀνὴρ οὗτος εὐεργέτης μετὰ θεόν.

543

ἐλέγχων σεαυτὸν ὑπ’ ἄλλων οὐκ ἐλεγχθήσῃ.

544

ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ.

545

παιδευτικὸς θέλων εἶναι ἄσκει πραΰτητα.

546

ὁ βίος σου τοῖς παιδευομένοις ὑπόθεσις τῶν λόγων σου ἔστω.

547

τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω.

548

πλεονέκτει τῶν ἀρχομένων ἐν ἅπασι τοῖς πόνοις.

549

αἰσχρὸν προστάττειν ἃ μὴ ποιεῖς.

550

σαυτοῦ μὴ κρατῶν ἄλλων μὴ θέλε κρατεῖν.

551

κάλλιστον ἐφόδιον πρὸς ἀρχὴν τὸ ἄρχειν ἑαυτοῦ.

552

ἄρχε ἑκόντων.

553

χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων.

554

ἐπιστάμενος ἄρχειν καὶ γυμνὸς ὢν ἄρξεις.

555

ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος.

556

ἓν τὸ σοφώτατον ἐν τοῖς οὖσι καὶ ἄριστον· εἷς οὖν καὶ θεός.

557

τὸ μοναρχοῦν δεύτερον εἶναι οὐ πέφυκε.

558

μόνον αὐτῆς μονάδος ἐστὶν ὁ θεός.

559

ὁ τοῦ θεοῦ νοῦς αὐτοκίνητος καὶ ἀεικίνητος.

560

θεός ἐστιν οὐσία ἀΐδιος, μακάριος θεός, ἔστι τε πρὸ παντὸς χρόνου καὶ πάσης γενέσεως μακάριον.

561

πηγὴ πάντων καλῶν ὁ θεός ἐστιν.

562

ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ δὴ
τοῦτο καὶ ὑφέστηκεν.

563

ὁ τοῦ θεοῦ νοῦς ὁ πρὸ πάντων σοφός.

564

τὸν αἵματος καὶ κνίσσης δεόμενον μὴ τόλμα λέγειν θεόν.

565

θεοῦ γνώμῃ σῴζεται τὰ σύμπαντα, θεοῦ δυνάμει δυνατὰ πάντα.

566

οὐσία θεοῦ δύναμις τῶν ὄντων τοῦ παθεῖν ἀνεπίδεκτος.

567

ἀπειρία θεοῦ πλῆθος ἐποίησε θεῶν.

568

βλὰξ ἄνθρωπος θεὸν ἀγνοῶν ξύλα καὶ λίθους τιμᾷ.

569

ἀδικοῦντα μὲν λαθεῖν δυνατόν, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον.

570

φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον.

571

ἐπαινεθέντες πόσοι ἀπώλοντο.

572

κρῖνε σεαυτὸν ὡς μηδὲν ἁμαρτεῖν καὶ οὐ μὴ κριθῇς.

573

ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ.

574

οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ.

575

κατ’ ἀξίαν δουλεύων ἄρξεις τῶν τοῦ θεοῦ.

576

ὁποῖον ἂν ᾖ σου τὸ ἄρχον, τοιοῦτος ἔσῃ.

577

γνῶθι θεόν, ἵνα γνῷς καὶ σαυτόν.

578

τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις ἐν σιγῇ.

579

ὁμοίωσις θεοῦ παντὸς τοὐναντίου ἀποφυγή.

580

ἑαυτὸν αἰδοῦ μετὰ θεόν.

581

εὐκαίρει τῷ θεῷ.

582

δικαίου διανοίας θεὸς ἡγεμών ἐστιν.

583

τιμῶν τὸν θεὸν τίμα ἃ καὶ ὁ θεός.

584

εὐχῆς οὐκ ἀκούει θεὸς σπουδαίως δεομένων οὐκ ἀκούοντος.

585

σεαυτῷ δεῖ πίστιν ἐπιφέρειν μετὰ θεὸν λόγον θεοῦ.

586

ὡς πρέπει λέγε περὶ θεοῦ.

587

πιστὸς ἀνὴρ ἑνὶ λατρεύει τῷ ἐπὶ πᾶσι.

588

γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα μὴ κρατῶν οὐδὲ εἷς πιστός.

589

σοφὸς ἀνὴρ καὶ σιγῶν θεὸν τιμᾷ.

590

καθαρὰν τὴν ψυχὴν ἔχων ἀνοσίων ἔργων λέγε περὶ θεοῦ καὶ ἄκουε.

591

ψυχὴν ἀγαθὴν καὶ πιστὴν ἐν ἐννοίαις θεοῦ οὖσαν κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.

592

φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ.

593

μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν.

594

μηδὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφου.

595

ἄριστον μὲν τὸ μὴ ἁμαρτάνειν, ἁμαρτόντα δὲ ἄμεινον μηνύειν ἢ κρύπτειν.

596

νομιζέσθω σοι ἁμάρτημα εἶναι καὶ τὸ διανοηθῆναι ἁμαρτεῖν.

597

πᾶν ὃ ἂν διανοηθῇς ὥστε ποιῆσαι, πεποίηκας αὐτὸ τῇ ψυχῇ.

598

οὐκ ἐκφεύξῃ ἁμαρτίαν ἀναλώμασι.

599

πολύθεος ἄνθρωπος ἄθεος.

600

ὧν ἂν ἐπιθυμήσῃς, τούτων νόμιζε δοῦλος εἶναι.

601

αἰσχρὸν νόμιζε τὸ διανοηθῆναι τὸ αἰσχρόν.

602

μὴ πλείονα κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ.

603

οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ κόσμου παρασκευῇ.

604

ἄνθρωπος δουλεύων ἡδονῇ δουλεύει κακῷ δαίμονι.

605

κακοὺς ἀνθρώπους μένει ὁπόσα οὐ προσδοκήσουσι.

606

δικαιοσύνην ἔργῳ μᾶλλον ἢ λόγῳ ἄσκει.

607

τὰ δίκαια ποίει καὶ πρὸς τοὺς ἀδικεῖν σε πειρωμένους.

608

μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ.

609

ὑπὸ τῶν πλησίον ἀνέχου ψευδόμενος.

610

σπουδὴ πλειόνων ἐπιμεμφὴς γίνεται.